Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.42.5 | Hdt. 2.43.4 (English) | >>Hdt. 2.44.4 |
2.43.2 καὶ μὴν ὅτι γε οὐ παρʼ Ἑλλήνων ἔλαβον τὸ οὔνομα Αἰγύπτιοι τοῦ Ἡρακλέος , ἀλλὰ Ἕλληνες μᾶλλον παρʼ Αἰγυπτίων καὶ Ἑλλήνων οὗτοι οἱ θέμενοι τῷ Ἀμφιτρύωνος γόνῳ τοὔνομα Ἡρακλέα , πολλά μοι καὶ ἄλλα τεκμήρια ἐστὶ τοῦτο οὕτω ἔχειν , ἐν δὲ καὶ τόδε , ὅτι τε τοῦ Ἡρακλέος τούτου οἱ γονέες ἀμφότεροι ἦσαν Ἀμφιτρύων καὶ Ἀλκμήνη γεγονότες τὸ ἀνέκαθεν ἀπʼ Αἰγύπτου , καὶ διότι Αἰγύπτιοι οὔτε Ποσειδέωνος οὔτε Διοσκούρων τὰ οὐνόματα φασὶ εἰδέναι , οὐδέ σφι θεοὶ οὗτοι ἐν τοῖσι ἄλλοισι θεοῖσι ἀποδεδέχαται .
2.43.3 καὶ μὴν εἴ γε παρʼ Ἑλλήνων ἔλαβον οὔνομά τευ δαίμονος , τούτων οὐκ ἥκιστα ἀλλὰ μάλιστα ἔμελλον μνήμην ἕξειν , εἴ περ καὶ τότε ναυτιλίῃσι ἐχρέωντο καὶ ἦσαν Ἑλλήνων τινὲς ναυτίλοι , ὡς ἔλπομαί τε καὶ ἐμὴ γνώμη αἱρέει · ὥστε τούτων ἂν καὶ μᾶλλον τῶν θεῶν τὰ οὐνόματα ἐξεπιστέατο Αἰγύπτιοι ἢ τοῦ Ἡρακλέος .
2.43.4 ἀλλά τις ἀρχαῖος ἐστὶ θεὸς Αἰγυπτίοισι Ἡρακλέης · ὡς δὲ αὐτοὶ λέγουσι , ἔτεα ἐστὶ ἑπτακισχίλια καὶ μύρια ἐς Ἄμασιν βασιλεύσαντα , ἐπείτε ἐκ τῶν ὀκτὼ θεῶν οἱ δυώδεκα θεοὶ ἐγένοντο τῶν Ἡρακλέα ἕνα νομίζουσι .
ch. 44
2.44.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.42.5 | Hdt. 2.43.4 (English) | >>Hdt. 2.44.4 |